Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.291 Joseph. AJ 3.295 (English) >>Joseph. AJ 3.300

3.293τῆς δὲ σκηνῆς μετακινουμένης ταῦτα ἐγίνετο· ἀποσημήναντος γὰρ τὸ πρῶτον οἱ παρὰ ταῖς ἀνατολαῖς ἐσκηνωκότες ἀνίσταντο, καὶ πρὸς τὴν δευτέραν οἱ πρὸς τὸν νότον αὖθις καθεστῶτες. εἶθʼ σκηνὴ λυομένη μέση τῶν προϊουσῶν ἓξ φυλῶν ἐκομίζετο καὶ τῶν ἑπομένων ἕξ, Λευῖται δὲ περὶ τὴν σκηνὴν πάντες ἦσαν. 3.294τρίτον δὲ σημήναντος τὸ κατὰ λίβα τετραμμένον τῶν ἐσκηνωκότων μέρος ἐκινεῖτο, καὶ τέταρτον τὸ κατὰ βορρᾶν. ταῖς δὲ βυκάναις ἐχρῶντο καὶ ἐπὶ ταῖς ἱερουργίαις προσάγοντες τὰς θυσίας καὶ τοῖς σαββάτοις καὶ ταῖς λοιπαῖς ἡμέραις. θύει δὲ τότε πρῶτον μετὰ τὴν ἀναχώρησιν τὴν ἐξ Αἰγύπτου τὴν πάσχα λεγομένην ἐπὶ τῆς ἐρήμου. 3.295

Καὶ βραχὺ διαλιπὼν ἀπανίσταται τοῦ Σιναίου ὄρους καὶ τόπους τινὰς ἀμείψας, περὶ ὧν δηλώσομεν, εἴς τι χωρίον Ἐσερμὼθ λεγόμενον παρῆν, κἀκεῖ τὸ πλῆθος πάλιν στασιάζειν ἄρχεται, καὶ τὸν Μωυσῆν αἰτιᾶσθαι τῶν τε κατὰ τὴν ἀποδημίαν αὐτῷ πεπειραμένων, 3.296καὶ ὅτι γῆς ἀγαθῆς αὐτοὺς πείσαντος ἀπαναστῆναι τὴν μὲν ἀπολέσειαν, ἀντὶ δὲ ἧς ὑπέσχετο παρέξειν εὐδαιμονίας ἐν ταύταις ἀλῶνται ταῖς ταλαιπωρίαις, ὕδατος μὲν σπανίζοντες, εἰ δὲ καὶ τὴν μάνναν ἐπιλιπεῖν συμβαίη τέλεον ἀπολούμενοι. 3.297πολλὰ δὲ εἰς τὸν ἄνδρα καὶ δεινὰ λεγόντων, εἷς δέ τις αὐτοῖς παρῄνει, μήτε Μωυσέος καὶ τῶν πεπονημένων αὐτῷ περὶ τῆς κοινῆς σωτηρίας ἀμνημονεῖν μήτʼ ἀπογινώσκειν τῆς τοῦ θεοῦ βοηθείας. τὸ δὲ πλῆθος πρὸς τοῦτο μᾶλλον ἐκινήθη καὶ θορυβῆσαν ἔτι μᾶλλον πρὸς τὸν Μωυσῆν ἐπετείνετο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.291 Joseph. AJ 3.295 (English) >>Joseph. AJ 3.300

Powered by PhiloLogic